Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.257 | Joseph. BJ 4.263 (English) | >>Joseph. BJ 4.269 |
4.261οἵ γε ἐπὶ τοσοῦτον ἐξώκειλαν ἀπονοίας , ὥστε μὴ μόνον ἐκ τῆς χώρας καὶ τῶν ἔξωθεν πόλεων ἐπὶ τὸ πρόσωπον καὶ τὴν κεφαλὴν ὅλου τοῦ ἔθνους μετενεγκεῖν τὴν λῃστρικὴν τόλμαν , ἀλλὰ καὶ ἀπὸ τῆς πόλεως ἐπὶ τὸ ἱερόν .
4.262ὁρμητήριον γοῦν αὐτοῖς τοῦτο καὶ καταφυγὴ ταμιεῖόν τε τῶν ἐφʼ ἡμᾶς παρασκευῶν γέγονεν , ὁ δʼ ὑπὸ τῆς οἰκουμένης προσκυνούμενος χῶρος καὶ τοῖς ἀπὸ περάτων γῆς ἀλλοφύλοις ἀκοῇ τετιμημένος παρὰ τῶν γενηθέντων ἐνθάδε θηρίων καταπατεῖται ·
4.263νεανιεύονταί τε ἐν ταῖς ἀπογνώσεσιν ἤδη δήμους τε δήμοις καὶ πόλεσι
-- -- ἀνθʼ ὧν τὸ μὲν κάλλιστον καὶ πρέπον , ὡς ἔφην , ὑμῖν συνεξαιρεῖν τοὺς ἀλιτηρίους καὶ ὑπὲρ αὐτῆς τῆς ἀπάτης ἀμυνομένους , ὅτι συμμάχους ἐτόλμησαν καλεῖν οὓς ἔδει τιμωροὺς δεδιέναι ·
4.265εἰ δὲ αἰδεῖσθε τὰς τῶν τοιούτων ἐπικλήσεις , ἀλλά τοι πάρεστι θεμένοις τὰ ὅπλα καὶ παρελθοῦσιν εἰς τὴν πόλιν σχήματι συγγενῶν ἀναλαβεῖν τὸ μέσον συμμάχων τε καὶ πολεμίων ὄνομα δικαστὰς γενομένους .
4.266καίτοι λογίσασθε , πόσον κερδήσουσιν ἐφʼ ὁμολογουμένοις καὶ τηλικούτοις κρινόμενοι παρʼ ὑμῖν οἱ τοῖς ἀκαταιτιάτοις μηδὲ λόγου μεταδόντες · λαμβανέτωσαν δʼ οὖν ταύτην ἐκ τῆς ὑμετέρας ἀφίξεως τὴν χάριν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.257 | Joseph. BJ 4.263 (English) | >>Joseph. BJ 4.269 |